Ancient Greek · ~3 min
Fragment 43
Marcellus Ancyranus, Fragmenta 43
Not analysed yet
Re 37 ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἡ τοῦθ’ ὅπερ ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ Εὐαγγελίου εἴρηκεν. ἐπειδὴ γὰρ [τὴν] μετὰ τῆν’ τῆς σαρκὸς ἀνάληψιν Χριστὸς τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὀδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἴ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, οὐ〉 παρὰ τοῦτο ἀγνοεῖν ἡμὰς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γάρ καὶ ὁ ἁγιώτατος εὐαγγελιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῴ πνεύματι, τῆς ἄνωθεν μνημονεύων ἀργῆς καὶ μηδενὸς νεωτέρου, »ἐν ἀρχῇ ἢν ὁ λόγος« ἔφη »καοὶ ὁ λόγος ἢν πρὸς τὸν θεὸν, καὶ θεὸς ἤν ὁ λόγος«, ἴνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ᾿ ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπ[[ηρξε κατὰ σάρκα οἰκονομίας.