Ancient Greek · ~3 min
Fragment 47
Marcellus Ancyranus, Fragmenta 47
Not analysed yet
Re 41 *****τῶν δὲ διδασκόντων αὐτοὺς ὥσπερ αἰδουμένων μεμνῆσθαι τοῦ λόγου, ὂν οὓτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἑ, αὖθίς τε ὁ αὐτὸς »ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς«. Σολομὼν δὲ »ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλοντό. Ἠσαίας τε »ἐκ γὰρ Σιῶν ἐξελεύσεται« ἔφη νόμος, καὶ λόγος κυρίου ἐς ῾Ιερουσαλήμ«. καὶ αὖθις ῾Ιερεμίας »ᾐσχύνθησαν σοφοὶ« φησὶν καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν«. καὶ ῾Ωσηὲ δὲ ὁ προφήτης »ἐμίσησαν «ἔφη» ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο«. Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων »ἐκ Σιὼν« ἔφη »ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ ῾Ιερουσαλήμ«.