Ancient Greek · ~2 min
Fragment 52
Marcellus Ancyranus, Fragmenta 52
Not analysed yet
Re 47 ἵν’ ἐν μὲν τῴ φῆσαι ἐν ἀρχῇ ἦν ὁ λόγος« δείξῃ δυνάμει ἐν τῆ, πατρὶ εἶναι τὸν λόγον ἀρχὴ γὰρ ἁπάντων τῶν γεγονότων ὁ θεὸς »ἐξ οὖ τὰ πάντα«) ἐν δὲ τῷ »καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν«), ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μῆ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτό καὶ αὐτὸς ἐν τῴ λόγῳ· »ἐν ἐμοὶ« γὰρ φησιν »ὁ πατὴρ, κἀγὼ ἐν τῷ πατρί«.