Ancient Greek · ~3 min
Fragment 88
Marcellus Ancyranus, Fragmenta 88
Not analysed yet
Re 78 καίτοι εἰ δεῖ τἀληθὲς περί Ὠριγἐνους εἰπεῖν, τοῦτο προσήκει λέγειν, ὅτι ἄρτι τῶν κατά φιλοσοφίαν ἀποστὰς μαθημάτων, καὶ τοῖς θείοις ὁμι- λῆσαι προελόμενος λόγοις πρὸ τῆς ἀκριβοῦς τῶν γραφῶν καταλήψεως, διὰ τὸ πολὺ καὶ φιλότιμον τῆς ἔζωθεν παιδεύσεως θᾶττον τοῦ δέοντος ἀρζάμενος [ὕπο] γράφειν ὑπὸ τῶν τῆς φιλοσοφίας παρήχθη λόγων, καί τινα δι’ αὐτοὺς οὐ καλῶς γέγραφεν. δῆλον δέ· ἔτι γὰρ τῶν Πλάτωνος μεμνημένος δογμάτων ,καὶ τῆς τῶν ἀρχῶν παρ’ αὐτῷ διαφορὰς, ΠΕΡ1 ΛΡΧΒΝ γέγραφεν βιβλίον, καὶ ταύτην ψ συγγράμματι τὴν ἐπιγραφὴν ἔθετο. δεῖγμα δὲ τούτου μέγιστον τὸ μηδὲ ὄλλοθἐν ποθεν τὴν ἀρχι〉ν τῶν λέξεων αὐτὸν ἢ τὴν ἐπιγραφὴν τοῦ βιβλίου ποιήσασθαι, ἀλλ’ ἀπὸ τῶν Πλάτωνι λεχθέντων ῥημάτων· γέγραφεν γὰρ ἀρχόμενος οὕτως· οἱ πεπιστευ. κότες καὶ πεπεισμένοι. τοῦτο \τό) ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν ψ Γοργίᾳ Πλάτωνος.