Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_MARCELLUS
MARCELLUS, Fragmenta 1
Not analysed yet
Ἡ δὲ νῆσος] Ὅτι μὲν ἐγένετο τοιαύτη τις νῆσος καὶ τηλικαύτη, δηλοῦσί τινες τῶν ἱστορούντων τὰ περὶ τῆς ἔξω θαλάσσης· εἶναι γὰρ ἐν τοῖς αὐτῶν χρόνοις ἑπτὰ μὲν νήσους ἐν ἐκείνῳ τῷ πελάγει Περσεφόνης ἱερὰς, τρεῖς μὲν ἄλλας ἀπλέτους, τὴν μὲν Πλούτωνος, τὴν δὲ Ἄμμωνος, μέσην δὲ τούτων ἄλλην Ποσειδῶνος χιλίων σταδίων τὸ μέγεθος. Καὶ τοὺς οἰκοῦντας ἐν αὐτῇ μνήμην ἀπὸ τῶν προγόνων διασώζειν περὶ τῆς Ἀτλαντίδος, ὄντως γενομένης νήσου ἐκεῖ παμμεγεθεστάτης, ἥν ἐπὶ πολλὰς περιόδους δυναστεῦσαι πασῶν τῶν ἐν τῷ Ἀτλαντικῷ πελάγει νήσων, Ποσειδῶνος καὶ αὐτὴν οὖσαν ἱεράν. Ταῦτα μὲν οὖν Μάρκελλος ἐν τοῖς Αἰθιοπικοῖς γέγραφεν, ἡμεῖς δὲ ἀπὸ τῶν Πρόκλου ἐξελόντες παρεθέμεθα.