Ancient Greek
ΑΣΙΑ., ΒΙΒΛ. Θ΄.
Marcianus of Heraclea, Artemidori Geographia (Epitome Marciani) 18
Not analysed yet
18. Δῶρος, πόλις Φοινίκης. Ἑκαταῖος Ἀσίᾳ· «Μετὰ δὲ ἡ πάλαι Δῶρος· νῦν δὲ Δῶρα καλεῖται. »Καὶ Ἀρτεμίδωρος Δῶρα τὴν πόλιν οἶδεν ἐν Ἐπιτομῆ τῶν ια΄· «Συνεχῶς δʼ ἐστὶ Στράτωνος πύργος, εἶτα ἔνι Δῶρα, ἐπὶ χερσονησοειδοῦς τόπου κείμενον πολισμάτιον, ἐρχομένου τοῦ ὄρους τοῦ Καρμήλου. Καὶ ἐν θ΄ Γεωγραφουμένων τὸ αὐτό.