Ancient Greek
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΝΟΝΤΟΥ ΕΠΙΤΟΜΗ ΤΟΥ ΤΗΣ ΕΝΤΟΣ ΘΑΛΑΣΣΗΣ ΠΕΡΙΠΟΛΟΥ, ΟΝ ΕΓΡΑΨΕΝ ΕΝ ΤΡΙΣΙ ΒΙΒΑΙΟΙΣ ΜΕΝΙΠΠΟΣ ΠΕΡΓΑΜΗΝΟΣ., ΠΟΝΤΟΥ ΕΥΞΕΙΝΟΥ ΠΕΡΙΠΛΟΥΣ. ἑκατέρων τῶν ἠπείρων, τῶν τε παρὰ τήν Ἀσίαν τῶν τε παρὰ τήν Εὐρώπην τόπων. Τὰ δὲ κατὰ μέρος οῦτως ἔχει· ΤΩΝ ΕΝ ΤΗΙ ΑΣΙΑΙ ΜΕΡΩΝ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Menippi periplus maris interni (epitome Marciani) 7
Not analysed yet
7. Κατὰ τὸν Θράκιον ἐόσπορον καὶ τὸ στόμα τοῦ Εὐξείνου Πόντου ἐν τοῖς δεξιοῖς τῆς Ἀσίας μέρεσιν, ἔπερ ἐστὶ τοῦ Βιθυνῶν ἔθνους, κεῖται χωρίον Ἱερὸν καλούμενον, ἐν ὡ νεώς ἐστι Διὸς Οὐρίου προσαγορευόμενος. Τοῦτο δὲ τὸ χωρέον ἀφετήριόν ἐστι τῶν εἰς τὸν Πόντον πλεόντων. Εἰσπλεύσαντι δὲ εἰς τὸν Πόντον, δεξιὰν τὴν Ἀσίαν ἔχοντι καὶ περιπλέοντι τὸ λειπόμενον μέρος τοῦ Βιθωνῶν ἔθνους, τὸ πρὸς τῷ Πόντῳ κείμενον, ὁ περίπλους οὕτως ἔχει.