Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ., ΒΑΙΤΙΚΗΣ ΠΕΡΙΠΛΟΥΣ ΤΩΝ ΑΠΟ ΤΗΣ ΚΑΛΠΗΣ ΜΕΡΩΝ ΜΕΧΡΙ ΤΩΝ ΤΗΣ ΛΟΥΣΙΤΑΝΙΛΣ ΟΡΩΝ.
Marcianus of Heraclea, Periplus Maris Exteri 10-2
Not analysed yet
10. Ἔστι δὲ τῆς Βαιτικῆς πάσης τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἄνα ποταμοῦ, περαιούμενον δὲ ἕως τῶν πηγῶν τοῦ αὐτοῦ Ἄνα ποταμοῦ, ὡς εἶναι τοῦ μήκους κατὰ τὴν μείζονα γραμμὴν σταδίους γψθ΄. Τὸ δὲ πλάτος τῆς Βαιτικῆς ἄρχεται μὲν ἀπὸ τῶν πηγῶν τοῦ αὐτοῦ ποταμοῦ, καταλήγει δὲ πρὸς μεσημβρίαν ὡς ἐπὶ τὸν προειρήμενον ναὸν τῆς Ἥρας ἤτοι Βελῶνα τὴν πόλιν ἢ Πόρτον μάγνον, ὡς εἶναι τοῦ πλάτους τὸ διάστημα κατὰ τήν μείζονα γραμμήν σταδίους αρνη΄. Ἔστι δὲ τῆς Βαιτικῆς ὁ περιορισμὸς τῆς μεσογείας σταδίων Ϛψθ΄, σταδίων ερμ΄. Ἔχει δὲ ἔθνη ε΄, πόλεις ἐπισήμους πε, ὄρη ἐπίσημα γ΄, ποταμοὺς ἐπισήμους ε΄, ἀκρωτήρια ἐπίσημα β΄, λιμένα ἐπίσημον α΄.