Ancient Greek
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΠΡΟΟΙΜΙΟΝ.
Marcianus of Heraclea, Periplus Maris Exteri 2.1
Not analysed yet
2. Εἰδὼς δὲ καὶ ἑτέρους τῶν παλαιῶν περὶ τὴν τοιαύτην σπουδάσαντας ὑπόθεσιν, καὶ τοὺς μὲν μερικάς τινας ποιησαμένους τὰς διηγήσεις, τοὺς δὲ καὶ πλειόνων ἁψαμένους τόπων· πολλὴν ἐθέμην φροντίδα, μηδενὸς τούτων ὀφθῆναι δεύτερος, τὴν ἀκρίβειαν τῶν ῥηθησομένων τῆς ἡμετέρας περὶ τοῦτοσπουδῆς ἐναργὲς ἐλπίσας ἔσεσθαι γνῴρισμα. Τούτου δὴ χάριν καὶ τὴν αἰτίαν τῆς γινομένης περὶ τὴν ἀναμέτρησιν τῶν σταδίων διαφωνίας ᾠήθην δεῖν παραστῆσαι τοῖς ἐντευξομένοις τῆς γὰρ τοιαύτης ὑποθέσεως τὸ ἀκριβές οὐκ ἐν ταῖς θέσεσι τῶν τόπων μόνον καὶ πόλεων καὶ νήσων καὶ λιμένων ἐχούσης, ἀλλὰ πρό γε πάντων ἐν τοῖς σταδίοις καὶ ταῖς τῶν χωρίων διαμετρήσεσιν, ἀκόλουθον οἶμαι λόγον ἐρεῖν, καὶ τοῖς βουλομένοις κατὰ φύσιν σκοπεῖν τὴν ἐν τῷ περίπλῳ τῆς θαλάττης ἀναμέτρησιν ἀληθῆ φανησόμενον, καίτοιγε τῶν περὶ τούτων σπουδασάντων οὐδενὸς ἐπισημηναμένου τοῦτο, ἀλλʼ ὥσπερ σχοινίῳ διαμεμετρημένης τῆς θαλάττης, οὕτω τὸν ἀριθμὸν τῶν σταδίων ἀπαγγειλάντων. Φημὶ δὴ οὐκ ἐν ἅπασι τοῖς τῆς θαλάττης μέρεσι ῥᾴδιον εἶναι τὸν τῶν σταδίων ἀριθμὸν πρὸς τὸ ἀκριβέστατον ἀνευρεῖν· ἀλλʼ εἰ μὲν ᾐών τις εὐθεῖα τυγχάνει, μήτε κοιλότητας μήτε ἐξοχὰς ἔχουσα, τοῦ παρὰ ταύτην γινομένου πλοῦ τὴν ἀναμέτρησιν ὡς ἐπίπαν ῥᾳδίαν εἶναι τῶν δὲ κόλπων καὶ τῶν ἀκρωτηρίων ἤτοι χερρονήσων τὸν περίπλουν οὐ δυνατὸν ἀκριβῆ παραστῆσαι. Οὐ γὰρ καθʼ ὡμολογημένων τόπων, ὥσπερ ἐπὶ τῆς γῆς διὰ τῶν λεωφόρων τὴν ὁδοιπορίαν ποιοῦνται, οὕτω κἀπὶ τῆς θαλάσσης τὸν πλοῦν ἀνύουσιν. Ὑποκείσθω γὰρ λόγου χάριν κόλπος κατὰ τὸν αἰγιαλὸν αὐτὸν ἐν περιγραφῇ σταδίων ρ΄ ὑπάρχων· τοῦτον εἰ μέν τις πλησίον καὶ παῤ αὐτήν τὴν ᾐόνα περιπλέοι, ἐλάττονας μέν εὑρήσει σταδίους τοῦ κατ᾿ αὐτὸν τὸν αἰγιαλὸν βαδίζοντος, τῆς δὲ ἀληθείας οὐ πολὺ διαμαρτήσει· εἰ δέ τις ἐνδοτέρω περιπλεύσειε τὸν αὐτὸν κόλπον, ἥττονας τοῦ παρὰ τὸν αἰγιαλὸν πλεύσαντος εὑρήσει σταδίους, καὶ τοῦτο τοσαυτάκις ἂν εὕροι, ὁσάκις ἂν εἰς βραχύτερον περιάγοι τοῦ περίπλου τὸν κύκλον. Ὥσπερ γὰρ ἐπὶ τῶν περιφερειῶν εἴ τις μετὰ τὴν ἔξωθεν γραμμὴν ἑτέραν ἔνδοθεν περιγράψειε περιφέρειαν τὰ αὑτὰ πέρατα ἔχουσαν, καὶ πάλιν ἄλλην καὶ μετ᾿ ἐκείνην ἑτέραν, ἡ δευτέρα περιφέρεια ἐλάττων εὁρεθήσεται τῆς προτέρας, καὶ πάλιν ἡ τρίτη τῆς δευτέρας, ὁμοίως καὶ ἡ τετάρτη τῆς τρίτης, καὶ ἀκολούθως οὕτω γινόμεναι δεικνύοιντο ἂν, εἴ τις ἐφεξῆς τοῦτο ποιοή· οὕτω καὶ ἐπὶ τῶν κόλπων, καθαπερ ἔν τινι περιγραφῇ περιφερειῶν, ἔξεστι τοῖς περιπλέουσι καὶ διὰ πλειόνων σταδίων ποιεῖσθαι τὸν πλοῦν, καὶ διʼ ἐλαττόνων. Τοῦτο δὲ καὶ ἐκ τῶν διάπλων σαφές ἂν κατασταίη. Εἰ γάρ τις μή περιπλεῖν ἐθέλοι τὸν κόλπον, ἀλλὰ διαπλεῖν ἐπ᾿ εὐθείας, βραχύτατος ἂν ὁ διάπλους ὀφθείη, ὥστ᾿ εἰκότως ἐπὶ τῆ τῶν περιπλεόντων κεῖσθαι γνώμη τὸν ἀριθμὸν τῶν σταδίων ἐν τοῖς κόλποις καὶ τοῖς ἀκρωτηρίοις. Διὰ δὴ τοῦτο συμβαίνει τοὺς μέν ἄλλως ἀναμετρῆσαι, τοὺς δὲ ἑτέρως. Ἄξιον οὖν συγγνώμης τὸ περὶ τὸν ἀριθμὸν τῶν σταδίων εὁρισκόμενον πταῖσμα, πλὴν εἰ μή που παρὰ πολὺ τοῦτο γίνοιτο, ἐπεὶ καὶ ἀλλως παρὰ πᾶσιν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς παλαιοῖς, ὅσοι περίπλους γεγράφασιν, ἐπὶ πασῶν τῶν θαλαττῶν τὸν τῶν σταδίων ἀριθμὸν οὐκ ἔν τις εὕροι συνᾴδοντα. Τῆς δὲ τοιαύτης διαφωνίας τὰς αἰτίας μακρὸν ἂν εἴν λέγειν. Οὕτω δὲ τούτων ἐχόντων, ἐθνῶν μὲν καὶ πόλεων παραθαλαττίων καὶ ἐπινείων