Ancient Greek
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΠΡΟΟΙΜΙΟΝ.
Marcianus of Heraclea, Periplus Maris Exteri 3
Not analysed yet
3. τὴν ἑσπέραν εἰσέχει ἀπὸ τοῦ καλουμένου Ἀτλαντικοῦ πελάγους τὴν εἰσροὴν ἔχουσα, καὶ ἐπὶ πολὺ χωρεῖ εἴσω τῆς γῆς, ὡς πρὸς τὰς ἀνατολὰς μέχρι τοῦ Ἰσσικοῦ κόλπου, ὅς ἐστιν ἐν τῷ Κιλικίῳ ἔθνει. Ἐστι δʼ ὁ εἴσπλους αὐτῆς στενώτατος κατὰ τὰς λεγομένας Ἡρακλέους στήλας ἤτοι τὸν Ἡράκλειον πορθμὸν, σταδίων ὑπάρχων π΄, καὶ τοῦτό ἐστι τοῦ κόλπουτούτου ἤτοι τῆς θαλάττης τὸ στόμα· ἑτέρωθεν γὰρ οὐκ ἄν τις ἐκπλεύσειεν ἀπὸ τῆς ἔσω θαλάσσης εἰς τὸν ὠκεανὸν πλὴν διὰ τοῦ εἰρημένου Ἡρακλείου πορθμοῦ. Ἐκτείνεται δὲ ἡ καθʼ ἡμᾶς αὕτη θάλασσα καὶ μέχρι τῆς Αἰγύπτου, ἥτις ὑπόκειται τῇ μεσημβρίᾳ, ὡς ἀντικεῖσθαι τῷ Ἀραβίῳ κόλπῳ τὸ καθʼ ἡμᾶς καλούμενον Αἰγύπτιον πέλαγος, καὶ γίνεσθαι μέγαν ἰσθμὸν τὴν μεταξὺ γῆν τοῦ τε Ἀραβίου κόλπου καὶ τῆς καθʼ ἡμᾶς κατὰ τοῦτο τὸ μέρος θαλάσσης. Τὸν μὲν οὖν περίπλουν τῆς θαλάττης ταύτης διὰ τῆς ἐπιτομῆς τῶν ια΄ βιβλίων Ἀρτεμιδώρου τοῦ γεωγράφου σαφῆ κατεστήσαμεν, ὡς προείρηται τῶν δὲ ἔξω θαλασσῶν ἤτοι ὠκεανῶν ἑῴου καὶ ἑσπερίου, οἰχεῖον ὑποστάντες πόνον, τὸν περίπλουν ἀναγράψαι προειλόμεθα.