Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ., ΑΚΥΤΑΝΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 21-2
Not analysed yet
21. Ἀπὸ τοῦ Οἰάσσω ἀκρωτηρίου τῆς Πυρήνης ἐκδέχονται Ἀτούριος ποταμοῦ ἐκβολαὶ, εἰσὶ δʼ ἐπ᾿ αὐτὰς οὐ πλείω σταδίων ασν΄, οὐχ ἧττον σταδίων ψπε΄. Ἀπὸ δὲ Ἀτούριος ἐκβολῶν εἰς Σιγνάτιος ποταμοῦ ἐκβολὰς στάδιοι φ΄, στάδιοιυν΄. Ἀπὸ δὲ Σιγνάτιος ποταμοῦ ἐκβολῶν εἰς Κουρίαννον ἀκρωτήριον εἰσὶ στάδιοι φ΄, στάδιοι τό, Ἀπὸ δὲ Κουριάννου ἐπὶ Γαρούνα ποταμοῦ ἐκβολὰς μεγέθους ὄντος σταδίωνν΄, στάδιοι χ΄, στάδιοι υλ΄. Ἀπὸ δὲ τῶν ἐκβολῶν τοῦ Γαρούννα ποταμοῦ εἰσὶν ἐπὶ τὰς πηγὰς αὐτοῦ στάδιοι ??΄,στάδιοι χ΄. Ἀναπλεύσαντι δὲ τῷ Ταρούννᾳ ποταμῷ κεῖται, πόλις τῆς Ἀκυτανίας Βουρδίγαλα. Ἐνταῦθα παροικοῦσι Σάντονες, ὧν πόλις Μεδιολάνιον ἐπὶ θαλάσσῃ κειμένη παρὰ τὸν Γαρούνναν ποταμόν. Ἀπὸ δὲ Γαρούννα ποταμοῦ ἐκβολῶν ἐπὶ Σαντόνων ἄκρον στάδιοι υοε΄, στάδιοι τκε΄. Ἀπὸ δὲ Σαντόνων ἄκρου ἐπὶ Κανεντέλλου ποταμοῦ ἐκβολὰς στάδιοι φξ΄, στάδιοι φν΄. Ἀπὸ δὲ Κανεντέλλου ποταμοῦ ἐκβολῶν ἐπὶ Πικτόνιον ἄκρον στάδιοι σι΄, στάδιοι ρν΄. Ἀπὸ δὲ Πικτονίου ἄκρου ἐπὶ Σικὸρ λιμένα στάδιοι τ΄, στάδιοι σ̣?΄. Ἀπὸ δὲ Σικὸρ λιμένος ἐπὶ Λίγηρος ποταμοῦ ἐκβολὰς με γίστου τυγχάνοντος καὶ ὄντος μεγέθους σταδίων στάδιοι ρπε΄, στάδιοι ρνε΄. Παροικοῦσι δὲ τῷ ποταμῷ Σαμνῖται τὸ ἔθνος.