Ancient Greek · ~2 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΠΕΡΣΙΔΟΣ ΠΑΡΑΠΑΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 24
Not analysed yet
24. Ἀπὸ τῶν ἐκβολῶν τοῦ Ὀροάτιος ποταμοῦ ἐπὶ ἄκραν Ταόκην λεγομένην στάδιοι φ΄. Ἀπὸ δὲ ἄκρας Ταόκης ἐπὶ Ῥογομάνιος ποταμοῦ ἐκβολὰς στάδιοι ψ΄. Ἐν δὲ τῷ παράπλῳ νῆσος κεῖται Σῶφθα καλουμένη. Ἀπὸ δὲ Ῥογομάνιος ποταμοῦ εἰς Χερσόνησον στάδιοι φ΄. Ἐνταῦθα παράκειται νῆσος Ἀλεξάνδρου καλουμένη. Ἀπὸ δὲ τῆς Χερσονήσου εἰς Βρισοάνα ποταμοῦ ἐκβολὰς στάδιοι χν΄. Ἀπὸ δὲ τοῦ Βρισοάνα ποταμοῦ εἰς Αὐσίνζα στέδιοι χ΄. Ἀπὸ δὲ Αὐσίνζων εἰς Βαγρέδα ποταμοῦ ἐκβολὰς στάδια υν΄. Ἐνταῦθα τῆς Περσίδος τοὺς ὅρους ἀποτελευτᾶν προειρήκαμεν.