Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ., ΔΟΥΓΑΟΥΝΗΣΙΑΣ ΠΕΡΙΠΔΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 25-2
Not analysed yet
25. Τὸ δὲ τῆς Λουγδουνησίας μῆκός ἐστιν ἀπὸ τοῦ Γαβαίου ἀκρωτηρίου ἀρχόμενον καὶ καταλῆγον κατὰ τὴν ἀνατολικήν πλευρὰν, καθʼ ἢν συνῆπται τῇ Βελγικῇ κατὰ τὸν Σηκοάναν ποταμὸν, ὡς εἶναι τοῦ μήκους σταδίους γτοϚ΄. Τὸ δὲ πλάτος τῆς Λουγδουνησίας ἄρχεται μέν ἀπὸ τῆς μεσημβρίας ἀπὸ Καβυλλίνου πόλεως, καταλήγει δὲ εἰς Σηκοάνα ποταμοῦ ἐκβολάς, ὡς εἶναι καὶ τοῦ πλάτους σταδίους γπ΄. Ἔστι δὲ ὁ κατὰ γῆν περίδρομος τῆς ἐπαρχίας σταδίων ξσ̣? σταδίων Ϛυκ΄. Ἔχει δὲ ἔθνη κε, πόλεις ἐπισήμους κϚ΄, ὄρος ἐπίσημον α΄, ποταμοὺς ἐπισήμους δ΄, ἀκρωτήριον ἐπίσημον α΄, λιμένας ἐπισήμους γ΄.