Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ., ΒΕΛΓΙΚΗΣ ΣΥΝ ΤΕΡΜΑΝΙΑι ΤΗΙ ΑΝΩ ΚΑΙ ΤΗΙ ΚΑΤΩ ΠΕΡΙΠΑΟΓΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 27-2
Not analysed yet
27. Ἡ Βελγικὴ σὺν ταῖς δύο Γερμανίαις περιορίζὲται ἀπὸ μὲν ἄρκτων τῷ ἀρκτῴῳ ὠκεανῷ τῷ παρὰ τὴν Πρεττανίαν διήκοντι, ἀπὸ δὲ ἀνατολῶν τῷ Ῥήνῳ ποταμῷ, παρὰ τὴν μεγάλην Γερμανίαν ἕως τῆς κεφαλῆς τοῦ ποταμοῦ, καὶ ἔτι τῷ ἀπὸ τῆς πηγῆς αὐτοῦ ἐπὶ τὰς Ἄλπεις ὄρει, ὃ καλεῖται Ἀδούλας, ἀπὸ δὲ δύσεως τῇ Λουγδουνησίᾳ ἐπαρχίᾳ καὶ τῷ προειρημένῳ Σηκοάνᾳ ποταμῷ, ἀπὸ δὲ μεσημβρίας τῷ λοιπῷ μέρει τῆς Ναρβωνησίας. Καὶ ἡ μὲν ὅλη περιγραφὴ τοῦ ἔθνους τοιαύτη τίς ἐστι· τὰ δὲ κατὰ μέρος οὕτως ἔχει·