Ancient Greek
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΓΕΔΡΩΣΙΑΣ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 32
Not analysed yet
32. Ἀπὸ Μουσάρνων πόλεως εἰς Ἀρτάβιος ποταμοῦ ἐκβολὰς στάδιοι ατ΄. Ἀναπλεύσαντος δὲ τῷ ποταμῷ πόλις ἐν δεξιᾷ κατὰ τὸν ἀνάπλουν κεῖται Ἄρβις καλουμένη· καὶ ἔτι ἀνώτερον ὁμοίως ἐν δεξιᾷ τοῦ ποταμοῦ, πόλις Παρσὶς ἡ μητρόπολις τῆς Γεδρωσίας. Ἀπὸ δέ τοῦ Ἀρτάβιος ποταμοῦ εἰς Ῥάπραυα πόλιν στάδιοι φν΄. Ἀπὸ δὲ τῆς Ῥάπραυα πόλεως ἐπὶ Γυναικῶν λιμένα στάδιοι φ΄. Ἐνταῦθα κεῖνται αἱ τῶν Ἀραβιτῶν κῶμαι. Ἀπὸ δὲ Γυναικῶν λιμένος εἰς Κοίαμβα στάδιοι υ΄. Ἀπὸ δὲ Κοιάμβων εἰς Ῥίζανα στάδιοι α΄. Ἐντεῦθεν ἄρχεται ἡ Παταληνὴ χώρα, ἧς τὸ πλεῖστον ὁ Ἰνδὸς ποταμὸς τοῖς στόμασιν ἐμπεριείληφε· καὶ οὐτὴν δὲ τήν μητρόπολιν καλουμένην Πάταλα μετὰ τὸ γ΄ στόμα τοῦ Ἰνδοῦ ποταμοῦ ὥσπερ νῆσον κεῖσθαι συμβέβηκε, καὶ ἑτέρας πόλεις πλείστας.