Ancient Greek · ~2 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΤΛΠΡΟΒΑΝΗΣ ΝΗΣΟΥ ΠΕΡΙΠΛΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 35
Not analysed yet
35. Τῷ ἀκρωτηρίῳ τῆς Ἰωδικῆς τῷ καλουμένῳ Κῶρυ ἀντίκειται τὸ τῆς Ταπροβάνης νήσου ἀκρωτήριον καλούμενον Βόρειον. Ἡ δὲ Ταπροβάνη νῆσος πρότερον μὲν ἐκαλεῖτο Παλαισιμούνδου, νῦν δὲ Σαλική. Τοῦτο δὲ τὸ ἀκρωτήριον τῆς νήσου τὸ ἀντικείμενον τῶ Κῶρυ, ὅπερ ἔφαμεν καλεῖσθαι Βόρειον ἄκρον, ἀπέχει ἀπὸ μέν τοῦ ἀνατολικοῦ ὁρίζοντος σταδίους β Ϛυξ΄, ἀπὸ δὲ τοῦ δυτικοῦ ὁρίζοντος σταδίους Ϛ καὶ αχκϚ΄, ἀπὸ δέ μεσημβρίας καὶ ἰσημερίας ὡς πρὸς ἄρκτους σταδίους Ϛτν΄. Λείπει τὰ κατὰ μέρος ΑΠΟΣΠΑΣΜΑ. Μάργανα, πόλις τῆς Ἰνδικῆς. Μαρκιανὸς ἐν Περίπλῳ. Ἔστι καὶ Μαργάναι πληθυντικῶς.