Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ., ΓΕΡΜΑΝΙΑΣ ΜΕΓΑΛΗΣ ΠΕΡΙΠΑΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 36-2
Not analysed yet
36. Ἔστι δὲ τῆς Γερμανίας τὸ μῆκος ἀρχόμενον μὲν ἀπὸ δύσεως καὶ Ἀσκιβουργίου πόλεως, περαιούμενον δὲ εἰς Οὐῖστούλα ποταμοῦ ἐκβολὰς, ὡς εἶναι τὸ πᾶν μῆκος τῆς ἐπαρχίας σταδίων ,σταδίων δτν΄. Τὸ δὲ πλάτος αὐτῆς ἔρχεται μὲν ἀπὸ τῆς ἐκτροπῆς τοῦ πρὸς μεσημβρίας ῥέοντος ποταμοῦ, ὃς καλεῖται Ἀρραβὼν, καταλήγει δὲ πρὸς τὰς ἄρκτους κατὰ τὴν ἐπιμηκεστέραν γραμμὴν, τουτέστι κατὰ τὴν Κιμβρικὴν χερσόνησον καὶ τήν ἀρκτικωτάτην αὐτῆς ἐξοχήν· ὡς εἶναι τοῦ πλάτους σταδίους Ϛσν΄. Ἔστι δὲ τῆς μεγάλης Γερμανίας ὁ κατὰ γῆν περιορισμὸς σταδίων α βτ΄, σταδίων α ασν΄. Ἔχει δὲ ἐν αὐτῇ ἔθνη ξη΄, πόλεις ἐπισήμους ??δ΄, ὅρη ἐπίσημα ζ΄, ποταμοὺς ἐπισήμους δ, Κιμβρικὴν χερσόνησον, λιμένα ἐπίσημον, Ὀρκύνιον δρυμὸν, Γαβρήταν ὕλην.