Ancient Greek · ~2 min
ΜΑΡΚΙΑΝΟΥ ΗΡΑΚΛΕΩΤΟΥ ΤΟΥ ΠΟΝΤΟΥ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΕΞΩ ΘΑΛΑΣΣΗΣ, ΕΩιΟΥ ΚΑΙ ΕΣΠΕΡΙΟΥ, ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΗι ΜΕΓΙΣΤΩΝ ΝΗΣΩΝ. ΤΩΝ ΕΙΣ ΔΥΟ ΤΟ ΠΡΟΤΕΡΟΝ., ΤΟΥ ΓΑΓΤΗΤΙΚΟΥ ΚΟΑΠΟΥ ΠΕΡΙΠΑΟΥΣ.
Marcianus of Heraclea, Periplus Maris Exteri 38
Not analysed yet
38. Ἔστι δὲ τῆς ἐντὸς Γάγγου ποταμοῦ Ἰνδικῆς τὸ μὲν μῆκος, ᾗ μακροτάτη τυγχάνει, ἀπὸ τοῦ πέμπτου στόματος τοῦ Γάγγου ποταμοῦ λεγομένου Ἀντιβολὴ ἕως τοῦ Ναυστάθμου λιμένος, τοῦ ἐν τῷ Κάνθι κόλπῳ, σταδίων α ησ̣?΄· τὸ δὲ πλάτος, ἀπὸ τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀφετηρίου ἕως τῶν πηγῶν τοῦ Γάγγου ποταμοῦ, σταδίων α γ. Ἔχει δὲ ἔθνη ἤτοι σατραπείας νδ΄, πόλεις δὲ καὶ κώμας καὶ ἐμπόρια ἐπίσημα σις΄, ὄρη ἐπίσημα Ϛ΄, ποταμοὺς ἐπισήμους κγ΄, ἀκρωτήρια ἐπίσημα β΄, λιμένα ἐπίσημον α΄, κόλπους ἐπισήμους ε΄, στόματα ἐπίσημα ποταμῶν ιβ΄, ἀφετήριον ἐπίσημον α΄, συμβολὰς ποταμῶν ἐπισήμων ι΄, νήσους ἐπισήμους θ΄.