Ancient Greek · ~2 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.13
Not analysed yet
ἐπειδὴ δὲ οἱ βάρβαροι τὰ μὲν πεπονηκότες, τὰ δʼ ἀφωπλισμένοι, τὰ δὲ πεφοβημένοι, τραπέντες ἔφυγον εἰς τὰς ναῦς καὶ τὴν θάλασσαν περιέβλεπον ἄβατον αὐτοῖς Καλλιμάχου τὴν γῆν πεποιηκότος, πολλὴ μὲν ἦν τοῖς ἡγουμένοις σχολή, εἷς δὲ τῶν ἀκολουθησάντων ἐπὶ τὸν αἰγιαλὸν ἐγένετο Κυναίγειρος καί τινος ἁπτόμενος ἀκροστολίου τὴν χεῖρα ἀπεκόπη ῥᾳδίως ὥσπερ παιδίον καὶ παρὰ μὲν τὴν πρύμναν ἔπεσεν ἡ χείρ, παρὰ δὲ τὴν χεῖρα αὐτός· ἐμήνυσε δὲ τὸ τῆς χειρὸς τραῦμα ψυχῆς καὶ σώματος τὴν ἀσθένειαν.