Ancient Greek · ~4 min
2.14 to 2.17
Marcus Antonius Polemon, Declamationes 2.14-17
Not analysed yet
σὺ δέ, ὦ τέκνον, εἱστήκεις ἔτι καὶ Δάτιδος ἀποπλέοντος ὥσπερ καὶ ταῦτα ἀνδρείως ἐπιτηρῶν, τῶν βαρβάρων τὴν φυγὴν καὶ καθαρὸν γενέσθαι τὸν Μαραθῶνα τῶν πολεμίων, ὡς ἂν ἐπὶ μηδενὸς μάρτυρος ἀλλοτρίου πεσοίης. ταῦτʼ ἐμὲ ἐπὶ τὸν τάφον ἀναβιβάζει, ταῦτʼ ἐμοὶ τὸν ἐπιτάφιον λόγον παραδίδωσιν· ἐμόν ἐστι τοῦ τάφου τὸ κεφάλαιον. τὸν μὲν δὴ μόγις ἐκίνησα καὶ κεῖσθαι σὺν τοῖς στρατιώταις παρεκάλεσα· ὁ δὲ εἰσέρχεται μὲν εἰς τὸν τάφον, ἄξιος δὲ ὑμῖν καὶ ταύτης τῆς τιμῆς τὸν πατέρα τὸν ἐκείνου προκριθέντα λέγειν ἐπὶ τῷ κοινῷ σήματι. καὶ γὰρ δίκαιον οὗ ζῶντος ἦν ἡ κατὰ τὸν πόλεμον ἡγεμονία, τούτου καὶ τεθνεῶτος εἶναι τὰς πρώτας τιμὰς ἐπὶ τῷ τάφῳ. ἡμεῖς ἤγομεν, ἡμεῖς ἐροῦμεν· ἡμεῖς ὡπλίζομεν, ἡμεῖς ἐπαινεσόμεθα· παρʼ ἡμῶν ἦν τὰ συνθήματα, παρʼ ἡμῶν ἔστω καὶ τὰ ἐγκώμια. μὴ λυπήσητε Καλλίμαχον συνιέντα μηδὲ καθέλητε τὸν ἀνεστηκότα μηδὲ ἀποχειροτονήσητε τὸν πολέμαρχον τὸν νενικηκότα μηδὲ ἀτιμότερος ἑνὸς καὶ δευτέρου τῶν νενικηκότων παρʼ ὑμῖν ὀφθῇ. οὐ γὰρ ἐν τοῖς ὀνόμασι καὶ τοῖς σχήμασι καὶ τῇ στολῇ ἀγάλλεσθαι χρὴ μόνον τὴν πολεμαρχίαν ἀλλὰ καὶ ταῖς τῶν ἔργων τιμαῖς αὔξεσθαι τὰς ἀρχάς.