Ancient Greek · ~2 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.19
Not analysed yet
οὐκοῦν ἥν, εἰ περιῆσαν ἀμφότεροι, προτίμησιν ἔσχε Καλλίμαχος, ταύτην καὶ τεθνεὼς δίκαιος φέρεσθαι· ἐκ γὰρ ὧν ἦν κρείττων Κυναιγείρου περιὼν περιόντος, ταῦτα καὶ νῦν ἔχει καὶ τὸ προκεκρίσθαι δοκεῖν διʼ ἐμοῦ τοῦ πατρὸς αὐτῷ προτιμωμένου τῶν ἄλλων πατέρων ὑπάρξει. εἰ δὲ οὐδὲ τὰ τοιαῦτα *ἔσται παρὰ τῷ πολέμῳ* τεθνηκότι, ποίων τεύξεται; προεδρεία τις ἔσται αὐτῷ ἑπομένῳ; προετάττετο [τῶν ὀνομάτων] τῶν ἐν ταῖς στήλαις γραφομένων πρῶτος [διότι πρεσβύτερος τούτων ἦν] ἀπὸ τῆς οἰκείας αὐτοῦ γενέσεως, καὶ διὰ τοῦτο δεῖ τὸν ἐπὶ τοῖς θαπτομένοις λόγον εἰωθότα ἡμῶν ἀκούειν λεγόντων.