Ancient Greek · ~3 min
2.20 to 2.22
Marcus Antonius Polemon, Declamationes 2.20-22
Not analysed yet
ὑμεῖς τοιγαροῦν τὸν στρατηγὸν Μιλτιάδην ἐτιμήσατε θείῳ στεφάνῳ. δικαίως οὖν καὶ τῷ στρατηγῷ τιμή τις ἐδόθη καὶ τῷ πολεμάρχῳ δὲ γενέσθω γέρας. ὅταν γὰρ ὁ πατὴρ αὐτοῦ λέγων τὸν λόγον ἀναβιβάσῃ Καλλίμαχον, τότε φωνὴν αὐτῷ δότε ἐπί τοῦτο πρὸς πίστιν σωτηρίας μόνον ἐν τῷ σχήματι. εἰ μὲν γὰρ Μιλτιάδης ὁ στρατηγὸς μφισβήτει τοῦ λόγου, παρεχώρησα ὡς ἀρχῇ μείζονι· καὶ γὰρ τὸ τὸν ἀποιχόμενον ἄρχοντα ἔλαττον ἢ πρότερον γέρας σχεῖν . . . . εἰκός ἐστι τὸ τῆς μοίρας ἐνδεὲς τῷ πλείονι τῆς τιμῆς παραμυθουμένους· τούτου δὲ τῆς πείρας ταύτης ἀφεστηκότος τίς Καλλιμάχου πρότερός ἐστιν; Εὐφορίων, μὴ λύε τάξιν Μαραθωνίαν· μηδʼ εἰς τὸ πρόσθεν τῷ πολεμάρχῳ δίδωσι τὸν λόγον ὁ νόμος τῆς δημοσίας ταφῆς. καὶ γὰρ εἰ περιὼν τύχοι, οὗτός ἐστιν ὁ τὴν πρόθεσιν [αὐτῶν] ποιούμενος καὶ καλῶν ἐπὶ τὸν λόγον καὶ παντὸς ἐπιμελόμενος τοῦ τάφου.