Ancient Greek · ~3 min
2.24 to 2.26
Marcus Antonius Polemon, Declamationes 2.24-26
Not analysed yet
καὶ Κυναίγειρος μὲν νεώτερος ὢν ταῦτα ηὐθαδιάσατο, Καλλίμαχος δὲ πρεσβύτερος, ὥσθʼ ὁ μὲν ἡλικίας θερμότητι τολμηρός, ὁ δὲ ἀνὴρ ἀγαθὸς ὢν ἀρετῆς ἐβεβαίου κρίσιν καὶ τὴν τοῦ σώματος ῥώμην ἐλάττων καθʼ ἡλικίαν ὑπάρχων ἐκ μόνης ἀρετῆς ὑπερέβαλλε. Καλλίμαχος μὲν οὖν ἐν τῇ τῶν δεινῶν ἀκμῇ τοῖς βαρβάροις παρετάξατο καὶ θαλάττης ἐπιχωριαζούσης δίκην *ἐκ τῆς Ἤλιδος* εἰς τὴν Ἀττικὴν τὴν Ἀσίαν ῥέουσαν ἀπεώσατο, ἐν ᾧ πᾶς ὁ κίνδυνος καὶ τῆς ἀρετῆς ὁ καιρὸς ἦν· Κυναίγειρος δὲ φευγόντων ἤδη πεφοβημένων, ὑπὸ τοῦ Καλλιμάχου τετραμμένων, δεδιωγμένων, εἰς τὴν θάλασσαν συνεληλαμένων, ἐν ταῖς ναυσὶν ὄντων, λυόντων τὰ ἀπόγεια μιᾶς νεὼς (ἔσχετο) πρύμνης. ἔστι δὲ τὸ μὲν ἄκρας εὐτυχίας καὶ περιττῆς τινος ἀρετῆς τῶν κρατίστων πολέμων ἄθλους ὑφίστασθαι, τὸ δὲ παντὸς ἤδη καὶ τοῦ τυχόντος διώκειν τὸν φεύγοντα καὶ τοῖς τετραμμένοις ἐπεμβαίνειν.