Ancient Greek
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.23
Not analysed yet
ἐκ μὲν δὴ τῆς διὰ τῶν ἔργων πολλοῦ δεῖ Κυναιγείρῳ πρὸς Καλλίμαχον εἶναι παραβολήν· ὁ μὲν γὰρ ἅπαντας εἰς Μαραθῶνα ἦγε συνθήματι, ὁ δὲ ἐδέχετο· ὁ μὲν ἐκέλευεν, ὁ δὲ ἐπείθετο· ὧν δʼ οἱ πειθόμενοι καὶ κελευόμενοι ποιοῦσιν, αἴτιοι τούτων οἱ πείσαντες καὶ κελεύσαντές εἰσιν ὥσπερ μαθητῶν μὲν παιδεύσεως οἱ διδάσκαλοι, χορῶν δὲ δῆς οἱ χοροδιδάσκαλοι, ναυτῶν δὲ εὐπλοίας οἱ κυβερνῆται [στρατιωτῶν ἀρετῆς οἱ πολέμαρχοι καὶ στρατηγοί], ὥσθʼ ὧν Κυναίγειρος ἐτόλμησεν, καὶ τούτων Καλλίμαχος διδάσκαλος. ἐβόα γὰρ ἐγκελευόμενος μὴ φείδεσθε μήτε χειρῶν μήτε ὀφθαλμῶν μήτε ὅλων σωμάτων. ὧν δὲ Καλλίμαχος ἐλαμπρύνετο, τούτων [οὐδὲν] οὔτε εἰς Κυναίγειρον οὔτε εἰς ἄλλον ἔστι ποιήσασθαι τὴν ἀναφορὰν ἀλλὰ μόνον αὐτὸν τὸν πεποιηκότα.