Ancient Greek · ~7 min
2.34 to 2.39
Marcus Antonius Polemon, Declamationes 2.34-39
Not analysed yet
χρὴ δὲ ὁρᾶν οὐδὲν πρότερον οὔτε τέχνην ἔργοις ἐπιτιθεμένην οὐδὲ ἀρετὴν λόγοις ἀπειργασμένην ὡς τέλος τῆς ἐπιχειρήσεως εἰ δύνατον ἔτι καὶ ληπτὸν τῇ φύσει καὶ δυναμένῳ καὶ πειρωμένῳ ἀνδρί. ἡ δὲ ναῦς ὅλη, μεστὴ πληρώματος καὶ τοσαύτης εἰρεσίας συγκεκροτημένης, πῶς ἦν ἐπιλήψιμος, πῶς ἀγώγιμος τοσούτῳ ὄγκῳ τῆς ἐλπίδος καὶ τῇ προσβολῇ τοῦ τολμήματος; *μὴ τήν τινος μανικοῦ σχήματος τὸ ἄπορον τῆς ἐπιθυμίας καὶ τὸ μάταιον τῆς προσβολῆς ἄφρον καὶ ἀπέραντον* ἢ ἀνδρὸς οὐ βουλομένου ναῦν λαβεῖν ἀλλʼ ἀπολῦσαι. οὔκουν ἀρετὴν ἔτι τὴν ἀνόητον τόλμαν νοητέον ἀλλὰ μανίαν τὴν ἄχρηστον αὐθάδειαν. εἴποι δὲ ἄν τις εὖ φρονῶν αὐτῷ· τί ταῦτα μωραίνεις, Κυναίγειρε, τί δʼ ἐπιχειρεῖς ναῦν κατασχεῖν ἀνθρωπίνῃ δεξιᾷ; τὸ τόλμημά σου φύσιν οὐκ ἔχει. τίς τοῦτο Γλαῦκος πόντιος, τίς Τρίτων ἐποίησε; μόνον δύναται μειράκιον ναῦν ἐπαγαγεῖν ἢ [οσειδῶνος] δεξιὰ ἀνέμοις ἁμιλλᾶσθαι; πάρισος τίς εἷς τοσούτῳ πληρώματι; συναπάξει σε ἡ ναῦς πλέουσα, λήσεις πρύμνης ἐξηρτημένος, αἰχμάλωτος ἀκροστολίου γενόμενος. γεγόνασιν ἐπὶ ναυσὶ μάχαι καὶ πολλαί· τοιαύτην καὶ Ὅμηρος διηγήσατο· οὐδέ γε εἷλκέ τις ἐκείνας, ἀλλὰ πῦρ ἐνέβαλε, δᾷδας ἐκόμιζεν. αὕτη μόνη κατέχει ναῦν ἡ λαβή. ὁ δὲ σός, ὦ Εὐφορίων, υἱὸς μειράκιον τολμηρὸν ἦν καὶ τοῦ μὲν σώματος κατεφρόνει, μάχεσθαι δὲ εὐβούλως οὐκ πίστατο, οἴαν ἀπώλεσεν εἰκῇ δεξιάν. διὰ ταῦτα Καλλίμαχος μὲν ἁπάντων ἔτυχεν ὧν θέλησε, πολλοὺς δὲ ἀφώπλισε, πάντας δὲ ἐφόβησεν, ἐφύλαξε δὲ τὴν στάσιν καὶ τεθνεώς· ὁ δὲ σὸς υἱὸς ὧδε τὴν ἐπίνοιαν ἐκαρπώσατο. καὶ Καλλίμαχον μὲν οὐχ εἷς ἀπέκτεινεν, ἀλλὰ κοινὸν ἔργον τῆς Ἀσίας ἐγένετο· πάντα μὲν δόρατα ἐπὶ τοῦτον ἦλθε καὶ ψαῦσαι Καλλιμάχου φιλοτιμούμενα, πάντα δὲ ἀκόντια, πᾶσαι δὲ ἐκενώθησαν φαρέτραι βελῶν, ἅπαντα δὲ τοξεύματα περὶ τοῦτον ἔστη μαρτυρούμενα τὴν κοινωνίαν καὶ πάντα ἀμφισβητοῦντα περὶ τοῦ νεκροῦ· Κυναιγείρου δὲ τὴν χεῖρα ταύτην ἀπέκοψαν ὥσπερ ξύλον.