Ancient Greek
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.40
Not analysed yet
Καλλιμάχου μὲν οὖν ἡ τόλμα καὶ μάχη τοῦτο ἐβούλετο, νικῆσαι τὸν βασιλέως στρατὸν καὶ τὴν Ἀττικὴν αὐτοῖς ἄβατον εἶναι· Κυναίγειρος δὲ καὶ φεύγοντας ἡμῖν τοὺς βαρβάρους ἀνεῖργε καὶ κατεῖχεν ἐν τῇ χώρᾳ τοὺς πολεμίους καὶ μάχης ἔπραττεν ἀρχὰς δευτέρας. τί ποτε ἂν ἐποίησεν ἄλλο βασιλεὺς παρών; τοῖς φεύγουσιν ἂν ἐβόα καὶ τὰς Φοινίσσας ναῦς ἐκράτει. ἄφες ἄφες, Κυναίγειρε, μὴ λαμβάνου. μενοῦσιν ἂν λαμβάνῃς, πάλιν εὑρήσουσιν ἄλλας ἀποβάσεις.