Ancient Greek · ~2 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.41
Not analysed yet
μὴ κράτει ναῦν ὑπὸ ανὸς δεδιωγμένην μηδʼ ἔχου τριήρους σὺ παρʼ Ἀθηνᾶς *ἀφεψαλωμένης. *ἀφίησιν αὐτὴν ἡ Δημήτηρ καὶ Κόρη· φευγέτω. πάρεστι Θησεύς, πάρεστιν Ἡρακλῆς· ἀλλʼ οὐ κατέχουσι τὴν ναῦν ὅτι μὴ συμφέρει. ἔχω καὶ πνεύματα συγγενῆ μᾶλλον σοῦ κατασχεῖν δυνάμενα· ἀλλὰ τὰ μὲν ἐκπέμπει τὸν πόλεμον ἐκ τῆς Ἀττικῆς διὰ τὴν εὔνοιαν τὴν πρὸς ἡμᾶς, σὺ δέ, ὦ Κυναίγειρε, ναύσταθμον Μηδικὸν τὸν Μαραθῶνα ποιεῖς. ὦ Κυναίγειρε, τὴν ναυμαχίαν νικήσει βασιλεύς· τῆς μάχης μόνῳ Κυναιγείρῳ εἴσεται χάριν. ἄπορον ποιῶν αὐτοῦ τὴν φυγὴν ἀναγκαίαν αὐτῷ τὴν νίκην εἰργάζου.