Ancient Greek · ~3 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.43
Not analysed yet
εἰ μὲν δὴ πάντες ὅμοιοι Καλλιμάχῳ κατʼ ἐκείνην ἐγένοντο τὴν ἡμέραν, οὐδεὶς ἂν ἐλείφθη τῶν βαρβάρων καὶ πάσας τὰς ναῦς ἂν αὐτῶν κενὰς εἵλομεν· εἰ δέ γε εἶδον εἰς τὰς Κυναιγείρου λαβάς, ἄκοντες ἂν πάντες οἱ βάρβαροι τὴν ἧτταν ἀνεμαχέσαντο. Κυναίγειρος μὲν οὖν οὔτε θάρρος φίλοις οὔτε δέος τοῖς πολεμίοις ἐγένετο, ὃς δράσας οὐδὲν ἀλλὰ ἀποτμηθεὶς τὴν χεῖρα ἔπεσεν εὐθὺς ὥσπερ ἑτέραν οὐκ ἔχων ἀλλʼ ἐν τῇ δεξιᾷ τῆς ψυχῆς αὐτῷ κειμένης· τὸν δʼ ἐμὸν παῖδα οἱ φίλοι μὲν ὁρῶντες ἐν τῇ τάξει μένοντα πάντες ᾐδοῦντο, τρέσαντες δὲ ὑπεχώρουν οἱ βάρβαροι. καὶ τὸ σύμπαν, ὁ μὲν ἔπεσεν, ὁ δὲ οὔ.