Ancient Greek · ~4 min
2.44 to 2.46
Marcus Antonius Polemon, Declamationes 2.44-46
Not analysed yet
ἀθλητὰς δʼ εἶναι τοὺς στρατιώτας ὑπολαβόντες πότερον στεφανώσομεν, τὸν ὀρθὸν ἢ τὸν κείμενον, τὸν ἑστηκότα ἢ τὸν ἐρριμμένον; οὐ παύσῃ παραβάλλων ἀνδρὶ χεῖρα καὶ τραῦμα ἓν μυρίοις καὶ τὸν λειποτακτήσαντα τῷ μακροβίῳ νεκρῷ καὶ τὸν κρωτηριασμένον τῷ μέχρι νῦν ὁλοκλήρῳ; ὁ μὲν ἀφῆκε τὴν ναῦν, ὁ δὲ ἐκράτει τῆς ἀσπίδος. λέγε νῦν καὶ τραγῴδει πολλάκις· καὶ γὰρ Αἰσχύλου πατὴρ εἶ καὶ τὴν χεῖρα ὄρος ἐποίεις. ἐκ γῆς ἐναυμάχει· Δάτις δʼ ἐκ θαλάττης ἐπεζομάχει. κατέσχε τὴν ναῦν· καλωδίου τὸ ἔργον· ἄγκυρα τοῦτο κρεῖττον ποιεῖ. ὁ μὲν ἐλάβετο, ὁ δʼ ἀπέκοψε. κατέσχε τοὺς πλέοντας· οἱ δὲ καὶ ὅμως ἐξέπλευσαν. ἄνδρες Ἀθηναῖοι, περιελθόντες τὸ στρατόπεδον τοὺς μὲν εὑρήσετε χειρῶν ἄνευ, τοὺς δὲ ποδῶν, ἑτέρων μὲν οὖς, ἑτέρων δὲ κεφαλὰς ἀποτετμημένας τῶν ἄλλων σωμάτων· πολλοὺς ὁμοίους ὄψεσθε Κυναιγείρῳ νεκρούς, Καλλιμάχῳ δὲ οὐδένα. τίς γὰρ σοὶ ἰσοστάσιος νεκρός; τίς γὰρ πιστὸς οὕτω στρατιώτης εἰς μάχην;