Ancient Greek · ~1 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.52
Not analysed yet
ὧ καλὸν Ἄρεως ἄγαλμα· ὦ πολέμαρχε πολεμάρχου θεοῦ δεινὸν εἴδωλον τῆς Ἀσίας τὰ τοξεύματα περιβεβλημένον· ὦ μόνος ἐνδὺς τὴν τοῦ πολέμου στολήν· ὦ σχῆμα ἐλευθέριον, ὦ σχῆμα Μαραθώνιον· ὦ μὴ κλίνας τὴν Ἑλλάδα· ὦ τῆς φύσεως περισσότερε· ὦ δύο μεγάλας μάχας Δαρείῳ καὶ θανάτῳ μεμαχημένε· ὦ κοινὸν καὶ ζώντων καὶ νεκρῶν κατόρθωμα· ὦ μὴ μετὰ ζωῆς τὴν ἀρετὴν ἀφείς·