Ancient Greek
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.50
Not analysed yet
καὶ τοῦτο μὲν αὐτῷ πρὸς πάντας ἐστίν, πρὸς δὲ τὸν Κυναίγειρον καὶ μάλιστα. τῷ ἑνὶ γὰρ τούτῳ σε καὶ ἀνανταγωνίστῳ νικήσομεν ἐρωτήματι. Κυναίγειρος θαυμαστὸς καὶ τολμηρὸς ἦν ἀνήρ· οὐ μέχρι τοῦ βίου; οὐ μέχρι τῆς ψυχῆς; ἀλλʼ ὡμολόγησε θάνατον καὶ τῷ κοινῷ τῆς φύσεως ἡττήθη νόμῳ. Καλλιμάχου δὲ ἡ ἀρετὴ ἀόριστός ἐστι καὶ φύσεως περιττοτέρα μόνη καὶ τὴν ψυχὴν ὑπερβαίνει. ἀγαθοὺς μὲν στρατιώτας πολλοὺς εὕροις [Μακεδόνας], Καλλίμαχον δὲ μόνον ἀνείκαστον τὸν ἐν τῷ βίῳ [μόνον] μεμαχημένον, τὸν μηδὲ ἐν τῷ θανάτῳ καμόντα ἀλλὰ καὶ μετὰ τὸν βίον ἄνδρα ἀγαθὸν γενόμενον καὶ τοὺς κοινοὺς τῆς φύσεως καὶ ἀρετῆς παρελθόντα ὅρους. ὦ καὶ καλλίμαχε καὶ καλλίνικε, ἄτρωτε καὶ πολύτρωτε, πῶς σε ἄν τις ἐπαινέσειε κατὰ τὴν ἀξίαν; οὐ γὰρ Αἰσχύλου καὶ τοιούτων ποιητῶν καὶ ῥητόρων ἄξιος ἀλλά τινος Ὁμήρου τραγῳδίας [ἢ τραγικῆς φωνῆς]. ὦ κοινὲ τῆς Ἀσίας σκοπέ· ὦ σκυλεύσας τῷ θανάτῳ τὴν στρατιὰν βασιλέως καὶ πλεῖστα λάφυρα τῶν βαρβάρων τὰ βέλη κατασχών· ὦ σεμνὸν ἀνάθημα πολέμου·