Ancient Greek · ~2 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.54
Not analysed yet
ὦ μεγάλη στάσις· ὦ τῇ γῇ σύμψυχε· ὦ ῥίζας ἐξ ἀρετῆς βαλλόμενος· ὦ φυτὸν Μαραθώνιον. ὦ δήμων βεβαιότερε καὶ νήσων λαμπρότερε· τοῖς βαρβάροις μὲν Ἐρέτρια ἡρπασμένη πλεῖ καὶ Νάξος αὔτανδρος ἐν ταῖς ναυσὶν ἐτέθη, Καλλίμαχος δὲ ἀκίνητός ἐστι, τῶν ὀρῶν στασιμώτερος καὶ τῶν σκοπέλων βεβαιότερος. καὶ γῆ μὲν ἐσείσθη πολλάκις καὶ νήσους ὅλας εἶδον ἄνθρωποι φερομένας, τὸν δὲ ἕνα νεκρὸν ὁ τοσοῦτος οὐ διέσεισε πόλεμος.