Ancient Greek · ~1 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.55
Not analysed yet
ὦ τεῖχος ἀρετῆς Ἀττικῆς· ὦ μέγιστον τῶν Μαραθωνίων θαυμάτων καὶ θειότατον· ὦ τῶν ἐκεῖ φασμάτων ἐξαίρετον. ἔστη νεκρὸς εὐσχήμων ἐν τῇ πρώτῃ στάσει, νεκρὸς τὸν θάνατον ἀπιστούμενος, αἰσχυνόμενος πεσεῖν, καὶ γέγονεν ἔμψυχος καὶ τεθνεὼς ὤν. ὦ βλέπων καὶ μιμούμενος τῆς ψυχῆς τὴν ὁδόν.