Ancient Greek
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.60
Not analysed yet
Δάτις δὲ ὁρῶν ργίζετο τῷ νεκρῷ καὶ τοῖς βαρβάροις ἐνεκελεύετο· οὐ κλινεῖτε, οὐκ ἀναιρήσετε τὸν φιλόνεικον νεκρόν; ἄνθρωπε δαιμόνιε, μετὰ τοσούτων αἰσχύνῃ πεσεῖν; ἔτι μένεις; ἔτι μάχῃ; πόσας ἔτι ψυχὰς ἔχεις; οἴμοι νικᾷ νεκρὸς ἡμᾶς Ἀθηναῖος. ἄνδρες, μηκέτι βάλλετε· ἀποθνήσκοντες Ἀθηναῖοι γίνονται μαχιμώτεροι. ὦ δέσποτα Δαρεῖε, τίς σε ἐξηπάτησεν; ἐπʼ ἀθανάτους ἡμᾶς ἀνθρώπους ἔπεμψας πεσεῖν οὐκ εἰδότας. αἱ δοκούμεναι έρσαις καὶ Μήδοις καὶ Μάγοις τέχναι ἀπρακτοῦσιν· Ἀθηναίων γὰρ οἱ νεκροὶ μάχονται παρʼ αὐτοῖς καὶ δεξιὰ νεκροῦ πολεμοῦσα μέρος τῆς μάχης ἐγένετο.