Ancient Greek
2.61 to 2.62
Marcus Antonius Polemon, Declamationes 2.61-62
Not analysed yet
βασιλεὺς δὲ ἰδὼν αὐτὸν ὀρθὸν ὅπλοις πολλοῖς περιβεβλημένον ἐβόα· φεύγωμεν, πλέωμεν· ἤδη γὰρ ἤγειραν Ἀθηναῖοι τρόπαιον. τοιαῦτα, τέκνον, παρέσχες τοῖς βαρβάροις δόγματα. ὦ σεμνὸν πολέμου τέρας· ὦ τῶν συμμάχων θεῶν ἄξιον θέαμα. σοὶ μὲν ὁ ὰν ἐβοήθησεν, σοὶ δὲ Ἥρα συνεκρότησε καὶ αλλὰς ὑπερήσπισεν ὡπλισμένη. περὶ σὲ μὲν ἔστη Ἡρακλῆς, ἔστη δὲ Θησεὺς σεμνυνόμενοι· σὲ δὲ χρὴ καὶ προτιμᾶσθαι τῶν Μαραθῶνι κειμένων καὶ τὸν πατέρα τὸν σὸν ἐπὶ σοί τε καὶ τοῖς σοῖς στρατιώταις ἀγορεύειν λόγον ἁρμόττει.