Ancient Greek · ~3 min
2.64 to 2.65
Marcus Antonius Polemon, Declamationes 2.64-65
Not analysed yet
ἡ δὲ τῆς πρύμνης ἀπεκρούσθη μηδὲ ξύλου κατασχοῦσα Σιδονίου. σὺ δέ, ὦ τέκνον, καὶ τὴν παλαιὰν δόξαν τοῦ σοῦ πρώτου γένους ἐπιστώσω· αὐτόχθονες μέν ἐσμεν ὡς ἀληθῶς [τρεῖς παῖδες παλαιοί], οὕτως ἀνέσχε Καλλίμαχον ἡ μήτηρ [καὶ τὸν μὲν Ἡρακλέους], γέννημα οὕτω λαμπρὸν καὶ τόσον ὑπὲρ τῆς πατρίδος σπουδαῖον ὡς ὑπὲρ αὐτῆς προέσθαι τοι ἐπὶ θαύματι τὴν ψυχήν. ἐμὸν τοιγαροῦν, ὦ Εὐφορίων, εἴη τὸ τοῖς ἐπιταφίοις πρῶτον τὸν παῖδα κοσμεῖν καὶ τὸν ἐπινίκιον τραγῳδεῖν. σύ δὲ τὸν σὸν μεθύστερον θρήνει συγχωρούντων τῶν δικαστῶν. τλοῦσιν, ὅσοι δὲ ἐν πείρᾳ γεγένηνται, γνήσιοι τοῦ βίου μέτοχοι καὶ πλέον τῶν ἑτέρων διαλλάττουσιν ἢ τῶν βεβήλων οἱ τελεσθέντες.