Ancient Greek · ~2 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.63
Not analysed yet
τοίνυν, Εὐφορίων, ἀπελθὼν τὸν σεαυτοῦ νεκρόν, τὸν χαμαί, τὸν ἐν ὄχλῳ νεκρῶν καὶ πεπατημένον, θάπτε καὶ θάπτε τὴν χεῖρα ἣν [τῷ πελέκει τις ἀπέκοψε τὴν Κυναιγείρου δεξιάν] ὅπλῳ γυναι κῶν τις ἔτεμεν οὐκ αὐτοῦ μὲν ὑπάρχουσαν, ἐκείνου δέ. ἀκροστόλιον γὰρ οὖσαν τῆς νεὼς ἀπέκοψεν αὐτὴν καὶ τῶν ἀπειλητικῶν λήρων ἐπέσχε τὴν γλῶσσαν ὡς οὖσαν τῶν ἄλλων μερῶν ἀκρατεστέραν. αἱ μὲν γὰρ *ἄλλαι δεξιαὶ τῶν στρατιωτῶν* πρὸ τῶν ἱερῶν θυρῶν ἔμειναν ὑπὸ σπάρτων ἐχόμεναι ἐν τῷ τῆς λαβῆς σχήματι·