Ancient Greek · ~2 min
Chapter 2
Marcus Antonius Polemon, Declamationes 2.8
Not analysed yet
παρακελευσάμενος γὰρ αὑτῷ τὸ σῶμα καὶ τὴν ψυχὴν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀναλῶσαι καὶ πρὸς πᾶσαν τὴν δύναμιν βασιλέως ἀντιτάξας αὑτὸν ὡς ἂν ἀξιόμαχος ὤν, ἑκὼν πρὸς τὸν Δαρείου στόλον ἔστη τὴν Ἀσίαν προκαλούμενος καὶ πᾶσαν ἐκ τῶν νεῶν ἐκχεομένην αὐτὸς ἐδέχετο ῥώμῃ ἀνθρώπων κρείττονι καὶ τόλμῃ παραλόγῳ καὶ παντὶ θυμῷ, καὶ πᾶσι συνεπλάκη κατʼ αὐτὸ τὸ τοῦ πολέμου στόμα καὶ κατὰ τὴν ἀκμαιοτάτην τῶν βαρβάρων ἐμβολὴν, καὶ πᾶσιν ἐξήρκεσεν *οὔτε τὴν ὄψιν ἐκπλαγεὶς ὑπὸ τοῦ τῆς βοῆς συμμιγοῦς πλήθους οὔτε*, τὴν βαρβαρικὴν ἰταμότητα κατʼ οὐδὲν ἀξιώσας εἶναι φοβερὰν ἀρετῇ.