Ancient Greek · ~2 min
2.9 to 2.10
Marcus Antonius Polemon, Declamationes 2.9-10
Not analysed yet
πολύν δὲ τῶν πολεμίων ἐργασάμενος φόνον καὶ φόβον εἰς τουτὶ αὐτοὺς ὀργῆς ἅμα καὶ ἀνάγκης κατέστησεν ὥστε τἄλλα πάντα καταλιπόντες τὰ τῆς μάχης χωρία Καλλιμάχῳ πάντες ἐπεχέοντο καὶ Καλλιμάχου πάντες ἐστοχάζοντο καὶ τοῦτο ἦν σπούδασμα ἅπασι τὸ Καλλίμαχον βαλεῖν· τούτου γὰρ παρόντος ἐν τούτῳ εἶναι τὰς Ἀθήνας ἔφασκον. ἔνθα πολλὰ μὲν βελῶν καὶ κοντῶν καὶ ξιφῶν καὶ παντοδαπῶν βλημάτων ὑπεδέξατο, πάσας δὲ αὐτῶν ὑπέμεινε τὰς προσβολὰς ὥσπερ ἐξ ἀδάμαντος ὢν πύργος ἢ τεῖχος ἄρρηκτον ἢ αντίτυπος πέτρα ἢ θεὸς ἀνθρώποις μαχόμενος, ἕως πάντα ἀνήλωσε τὰ τῆς Ἀσίας βέλη καὶ καμεῖν ἐποίησε τὴν πολλὴν δύναμιν τοῦ βασιλέως.