Ancient Greek
‘Ο ΚΥΝΑΙΓEΙPΟΥ ΠAΤHP
Marcus Antonius Polemon, Declamationes 24
Not analysed yet
ἡ δὲ ἀγαθὴ προαίρεσις εἰς τὰ καλὰ καὶ ἰδιώτερόν ἐστι καὶ ἐνδικώτερον. Κυναίγειρος μὲν αὐτὸς βουλόμενος ἐχρήσατο τῷ περὶ τὰς χεῖρας τολμήματι, Καλλιμάχῳ δὲ ἄκοντι συνέπεσεν ἡ στάσις ἐκ τῆς τῶν βελῶν συμφορᾶς· οὐ γὰρ ἐκ προθυμίας ἑαυτὸν ἐφῆκε καὶ συνεκάλεσε τὰ τραύματα ὥσπερ Κυναίγειρος ἐπανέτεινε τῇ νηὶ τὰς χεῖρας.