Ancient Greek · ~2 min
‘Ο ΚΥΝΑΙΓEΙPΟΥ ΠAΤHP
Marcus Antonius Polemon, Declamationes 27
Not analysed yet
μὴ παράβαλε στρατιώτῃ νεκρὸν μηδὲ τῷ βάλλοντι τὸν πάντα βεβλημένον μηδὲ σχῆμα κενὸν ἔργῳ θρασεῖ. ὁ μὲν Καλλίμαχον ἐπαινῶν ἐπαινεῖ τὰ βέλη τῶν βαρβάρων· ταῦτα γὰρ ἐμπαγέντα τῇ γῇ καὶ περιπεσόντα τῷ σώματι καὶ μὴ βουλόμενον ἀνεῖχε καὶ ὤρθου τὸν νεκρὸν ἐν αὐτῷ τῷ σχήματι τῶν τοξευμάτων δεδεμένον. τί, τῶν βελῶν ἐν ἀλλήλοις συνεχομένων θαυμαστή γε ἡ στάσις ἐπὶ τοσούτοις ἐρείσμασι;