Ancient Greek
‘Ο ΚΥΝΑΙΓEΙPΟΥ ΠAΤHP
Marcus Antonius Polemon, Declamationes 30
Not analysed yet
πρὸς δὲ τούτοις, τίνας ἂν ἐφόβησε πολεμίους ὁ κρυπτόμενος ὑπὸ τῶν πολλῶν βελῶν ἢ τίνας ὤνησε φίλους; αὐτὸ γάρ τοι τοῦτο τῷ Καλλιμάχου προβόλῳ καθάπερ τινὶ τῶν Ἀσσυρίων χωμάτων καὶ μέγα φρονοῦντες ἔλεγον· οὐ μόνους Ναξίους, οὐ μόνους Ἐρετριεῖς ἀλλὰ καὶ Καλλίμαχον τοῖς βέλεσιν ἐσαγηνεύσαμεν. τῶν ἡμετέρων στρατιωτῶν ἕκαστος ὀκνηρότερος ἦν περιπίπτων ἀεὶ φανερῷ νεκρῷ μὴ βου λομένῳ λαθεῖν ἀλλʼ ὥσπερ ἐξεπίτηδες ὑπὸ Μήδων εἰς τὴν ἡμετέραν ἔκπληξιν ἀνεστηκότι.