Ancient Greek · ~3 min
32 to 34
Marcus Antonius Polemon, Declamationes 32-34
Not analysed yet
ὦ Καλλιμάχου πάτερ, ὁ σὸς υἱὸς εἷς ἦν καὶ μίαν ὅλῳ τῷ σώματι μάχην μεμάχηται· ὁ δὲ ἐμὸς καὶ κατὰ μέρη νενίκηκεν· οὗτος πρῶτος καὶ μόνος χειρὸς ἀριστείαν ἔδειξεν. ἑνὸς εἶ στρατιώτου πατήρ· ἐγὼ δὲ τὸν πολὺν Κυναίγειρον ἐκ Μαραθῶνος ἥμισυν ἐδεξάμην· ἑτέρωθι μὲν γὰρ ἡ δεξιά, ἑτέρωθι δὲ ἡ ἑτέρα χείρ· ὁ δὲ λοιπὸς Κυναίγειρος πλήρης ἦν. ὦ τοῦ μεγάλου θαύματος. ἐπαινεῖς μὲν σὺ τὸν ἑστῶτα, τὸν ἀκλινῆ, τὸν νεκρόν, τὸν μηδὲν στήλης διαφέροντα· ἐγὼ δὲ τὸν πεζομάχον, τὸν ναυμάχον, τὸν πανταχοῦ, τὸν κατὰ μικρὸν μέγαν, τὸν ἀντὶ πολλῶν ἕνα. ὦ χεῖρες Μαραθώνιαι, χεῖρες φίλταται κἀν ταῖσδε ταῖς ἐμαῖς χερσὶ τεθραμμέναι· ὦ σωτῆρες τῆς πάσης Ἑλλάδος· ὦ πρόμαχοι τῶν Ἀθηναίων· ὦ τῶν στρατιωτῶν ὅλων κρείττονες· ὦ Μαραθῶνος δόξα.