Ancient Greek · ~1 min
Book 12
Marcus Cornelius Fronto Rhet., Epigrammata 12
Not analysed yet
ΦΡΟΝΤΩΝΟΣ
Μέχρι τίνος πολεμεῖς μ', ὦ φίλτατε Κῦρε; τί ποιεῖς;
τὸν σὸν Καμβύσην οὐκ ἐλεεῖς; λέγε μοι.
μὴ γίνου Μῆδος· Σάκας γὰρ ἔσῃ μετὰ μικρόν,
καί σε ποιήσουσιν αἱ τρίχες Ἀστυάγην.
ΦΡΟΝΤΩΝΟΣ
Τὴν ἀκμὴν „Θησαυρὸν“ ἔχειν, κωμῳδέ, νομίζεις
οὐκ εἰδὼς αὐτὴν „Φάσματος“ ὀξυτέρην.
ποιήσει σ' ὁ χρόνος „Μισούμενον“, εἶτα „Γεωργόν“,
καὶ τότε μαστεύσεις τὴν „Περικειρομένην“.