Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 1-2
Not analysed yet
Γάζα πόλιϲ ἐϲτὶ τῆϲ Παλαιϲτίνηϲ, μεθόριον αὐτθϲ καὶ. τθῆϲ Αἰγύπτου κειμένη· περιφανὴϲ ἡ πόλιϲ εἴδωλα πλοῦ- τοῦϲα μετὰ τῶν ἄλλων, πλοῦτον φεῦ τὸν κακόν. ταύτηϲ ὁ καλὸϲ Πορφύριοϲ θεοῦ κρίμϲιν ἀπορρήτcιϲ καλῶϲ τὸν τῆϲ ἀρχιερωϲύνηϲ θρόνον ἐκόϲμηϲεν. ἀλλ’ ἄνωθεν χρὴ μικρὸν τὸν λόγον ἀναγαγεῖν. οὐτοϲ ὁ κλεινὸϲ Πορφύ- ριοϲ πατρίδα μὲν ἔϲχε θεϲϲαλονίκην, ἐπιφανεῖϲ δὲ τοὺϲ τεκόrταϲ καὶ πλούτῳ λαμπρούϲ. θείῳ τοtνυv ἔρωτι κατά- ϲχετοϲ γεγονὼϲ μετὰ τελευτὴν τῶν τεκόντων ἐπείπερ εἰϲ ἄνδραϲ ἐτέλει, καταλιπὼν πατρίδα γένοϲ ὕπαρξιν, καταλαμβάνει τὴν Αγυπτον καὶ τὸν μονήρη βίον κατὰ τὴν Ϲκῆτιν ἐχεφρόνωϲ ἀϲπάζεται. πέντε γοῦν ἔτεϲι τοῖϲ ἐκεῖϲε μοναχοῖϲ ϲυνδιαγαγὼν τὰ Ἰεροϲόλυμα κατειλήφει. προϲκυνήϲεωϲ χάριν τῶν ϲεβαϲμίων τόπων, οἶϲ ὁ ἐμὸϲ Χριϲτὸϲ τὰϲ διατριβὰϲ ἐποιήϲατο καὶ τὸν ἑκούϲιον ὑπὲρ ἡμῶν εἵλετο θάνατον. ἐκεῖθεν οὖν τὰ μέρη τοῦ Ἰορ- δάνου καταλαβὼν ϲπήλαιον οἰκεῖ λίαν ὅτι δυϲάερον κεὰ. ἄλλωϲ φθοροποιόν. ἔνθεν τοι καὶ νόϲῳ περιπίπτει δεινῇ, καὶ ἡ νόϲοϲ ϲκληρότηϲ ἥπατοϲ καὶ πυρετὸϲ ϲυνεχήϲ. δι’ δ πάλιν τὰ Ἰεροϲόλυμα βλέψαϲ τοὺϲ ἁγίουϲ περιῄει τό- πουϲ, μὴ τῆϲ νόϲου φροντίζων, τῶν πατέρων δὲ ταῖϲ διδαϲκαλίαϲ προϲκείμμμνοϲ.