Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 18
Not analysed yet
ὁ δὲ ὅϲιοϲ Πορφύριοϲ ἱκανὰ ἔτη ἐπιβιώϲαϲ καλῷ ὕπνῳ ἐκοιμήθη μηnὶ Φευρουαρίῳ εἰκάδι ἕκτῃ, ἐπιϲκοπή- ϲαϲ ἔτη εἶκοϲι τέϲϲαρα, μῆναϲ ἕνδεκα καὶ ἡμέραϲ ὀκτώ. ὁ δὲ τὸν ὅϲιόν ϲου ἱεράρχην καὶ πιϲτὸν θερά⌊ποντα Πο⌉ρφύριον θεὸϲ δοξϲαϲ ⌊καὶ δι’ αὐτ⌉οῦ τῆϲ τῶν λῶν ⌊πλάν⌉ηϲ τὸν λαόν ϲου ἐλευθε⌊ρώϲ⌉αϲ καὶ πρὸϲ τὴν ϲὴν ἐπί⌊γ⌉νωϲιν μετενέγκαϲ, αὐτοῦ ταῖϲ πρεϲβείαιϲ ὡϲ ἀγαθὸϲ δυϲω⌊πο⌉ύμενοϲ, λύτρωϲαι καὶ νῦν τὴν ἐκκληϲίαν ϲου πάϲηϲ αἷρετικῆϲ πλάνηϲ καὶ ἀποϲταϲίαϲ τῆϲ κατ- εχούϲηϲ τὸν κόϲμον· ὅτι ϲὺ εἶ ὁ θεὸϲ ὁ πάνταϲ θέλων ϲωθῆναι, καὶ ϲοῦ ἐϲτιν ἡ δόξα καὶ τὸ κράτοϲ εἰϲ τούϲ αἰῶναϲ τῶν αἰώνων. ἀμήν.