Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 10-2
Not analysed yet
χρόνοϲ παρῆλθε οὐχὶ ϲυχνὸϲ καὶ γράφει πρὸϲ τὸν Κωνϲταντινουπόλεωϲ πατριάρχην (Ἰωάννηϲ δὲ οὗτοϲ ἦν ἡ χρυϲῆ γλῶϲϲα καὶ τὰ θεῖα ϲοφή) τὴν καθαίρεϲιν ἐξαι- τῶν τῶν εἰδωλικῶν γενέϲθαι ναῶν· ᾔδει γὰρ ὡϲ ἐν- τυχὼν ἐκεῖνοϲ τῷ βαϲιλεῖ καλῶϲ τὰ περὶ τούτων θήϲοι καὶ εὐμαρῶϲ. δι᾿ ἡμερῶν οὖν τὸν διάπλουν εἴκοϲι ποιη- ϲάμενοι τὴν Κωνϲταντίνου κατέλαβον καὶ τὰ γράμματα τῷ πατριάρχῃ παρέϲχον. ὃ δὲ πρόθυμοϲ εἰϲ τοῦτο γε- νόμενοϲ τὸν κουβικουλάριον Εὐτρόπιον, μεγάλα τότε παρὰ τῷ βαϲιλεῖ δυνάμενον Ἀρκαδίῳ, μετακαλεῖται τὸ τάχοϲ καὶ τὴν ἐπιϲτολὴν ἐγχειρίζει καὶ θερμῶϲ ἀξιοῖ μάλα ταχεῖαν τὴν ἔκβαϲιν καὶ κατὰ ϲκοπὸν Πορφυρίου τὰ πράγματα δέξαϲθαι. ἡμέραι παρῆλθον ἑπτά, καὶ πρόϲ- ταγμα γίνεται βαϲιλικὸν τὰ τῆϲ Γαζαίων πόλεωϲ εἰδω- λεῖα κλειϲθῆναι, καὶ τοῦτο Ἱλάριόϲ τιϲ, τῶν ὑπηρετουμέ- νων εἷϲ ϲουβαδιουβᾶ τῷ μαγίϲτρῳ, λαμβάνει καὶ τὸ τάχοϲ ἅπτεται τῆϲ ὁδοῦ. ϲυνεξῄειν δὲ τούτῳ |κἀγὼ καὶ ἡμερῶν πρό γε ἑπτὰ τῆϲ αὐτοῦ παρουϲίαϲ φθάνω τὴν Γάζαν ἐγὼ καὶ ἅπερ ἔλαβον τοῦ πατριάρχου γράμματα τῷ Πορφυρίῳ κομίζω. δϲ ἅμα τῷ ποιήϲαϲθαι τὴν τούτων ἀνάγνωϲιν εὔθυμόϲ τε γέγονε καὶ τὴν νόϲον ᾗ πεπέδητο ταῖϲ τῶν εἰδωλολατρῶν ἐπεμβολαῖϲ ἀπεϲείϲατο. κατέ- λαβε τοίνυν καὶ ὁ Ἱλάριοϲ, τὰ βαϲιλικὰ διατάγματα τοῖϲ ἐξάρχοιϲ Γἀζηϲ ὑπέδειξε ναὶ δὴ καὶ κατέϲτρεψε τὰ τῶν δαιμόνων ἰνδάλματα καὶ τοὺϲ αὐτῶν ναοὺϲ ἐναπέκλειϲε, τὸν τοῦ Διὸϲ μόνον ἐάϲαϲ χρημάτων οὐκ ὀλίγων ἕνεκα, ἐν ῷ τὰϲ ϲυνήθειϲ τελετὰϲ οἱ ἐναγεῖϲ ἐποιοῦντο.