Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 13-3
Not analysed yet
μετ’ ὀλίγαϲ οὖν ἧμέραϲ τίκτεται τῇ βαϲιλίδι θεοδό- ϲιὸϲ ὁ νέοϲ, εἶτα καὶ βαπτίζεται. ϲυμπαρῆν τῷ πλήθει τῆϲ ϲυγκλήτου καὶ βαϲιλεύϲ. ἔϲτημεν ἡμεῖϲ πρὸϲ τὴν ἔξοδον καὶ τὴν ἔγγραφον δέηϲιν τοῖϲ βαϲιλεῦϲιν ἐπανε- τείναμεν. δέχεται ταύτην ὁ τὸν παῖδα φέρων ἐν τῇ πορφύρᾳῳ καὶ μικρὸν ὑπαναγνούϲ (δεδίδακτο γὰρ ὑπὸ τῆϲ βαϲιλίδοϲ τὸ πρᾶγμα) τὴν χεῖρα ὑπὸ τὴν κεφαλὴν τοῦ βρέφουϲ ὑποβαλὼν καὶ μικρὸν αὐτὴν ὑπεραναϲτήϲαϲ ἐβόηϲεν· ‘οἱ |βαϲιλεῖϲ γενέϲθαι τὰ τῆϲ ἱκεϲίαϲ ἐκέλευ- ϲατ’. ἐκρότηϲε τὸ πλῆθοϲ, ἐπῇνεϲε τὸν λόγον ἡ ϲύγκλη- τοϲ, ὁ βαϲιλεύϲ προϲήκατο τὸ αἰτούμενον, ὡϲ δ Ἀμάντιοϲ ὕϲτερον ἐξεῖπεν ἡμῖν, καὶ πρόϲταγμα τίθηϲιν ἔγγραφον τῶν δύο δὴ τὴν κέλευϲιν βαϲιλέων ἐμφαῖνον, καί τινι τοῦτο πιϲτῷ ἀνδρί (Κυνήγιοϲ ἐκαλεῖτο) δίδωϲι τὴν τῶν εἰδώλων Γάζηϲ μέχριϲ ἐδάφουϲ κελεῦον καθαίρεϲιν. ἔξειϲιν οὖν ὁ ἀνὴρ πρόθυμοϲ περὶ τὴν κέλευϲιν ταῖϲ εἰϲηγήϲεϲι τῆϲ βαϲιλίϲϲηϲ. καὶ μετ’ οὐ πολλὰϲ ἡμέραϲ καὶ ἡμεῖϲ ϲυνταξάμενοι τῇ τοῦ βαϲιλέωϲ ϲυζύγῳ καὶ. πλεῖϲτα χρήματα παρὰ ταύτηϲ εἰϲ οἰκοδομὴν τῆϲ ῆν ἔφηϲε κτίϲειν ἐκκληϲίαϲ ἐν Γάζῃ λαβόντεϲ, ἀλλὰ καὶ. αὐτῷ πατριάρχ |καὶ βαϲιλεῖ τὴν πρέπουϲαν προϲκύνη- ϲιν ἀπονείμαντεϲ τῆϲ βαϲιλευούϲηϲ ἀπήραμεν. καὶ προϲ- εγγίϲαντεϲ τῇ Ῥόδῳ καὶ τὸν ὁϲιώτατον ἐκεῖνον Προκό- πιον πόθῳ βουληθέντεϲ ἰδεῖν, ἐπείπερ ὁ τῆϲ νηὸϲ ἐξάρ- χων οὐ ϲυνεχώρει προϲπελάϲαι ταύτῃ τῷ τὸν ἄνεμον ἐπιτήδειον πνέειν, τῷ θελήματι τούτου δόντεϲ καὶ ἡμεῖϲ ἑαυτοὺϲ ἐπλέομεν, ἐπλέομεν δὲ πολλὰ λυπούμενοι περὶ τοῦ ἀνδρόϲ. μεθ’ ἡμέραϲ οὖν δύο πλεόντων ἡμῶν εὐόρ μωϲ ἄνεμοϲ αἴφνηϲ γίνεται κατὰ πρόϲωπον τῆϲ νηὸϲ καὶ. ϲυνοχῇ τοῦ ἀέροϲ βροντῶν τε κτύποι καὶ ἀϲτραπῶν ἐπι- φάνειαι κυμάτων δὲ δεινῶν ἐπαναϲτάϲειϲ φρικώδειϲ, καὶ. ἦμεν ἀπειρηκότεϲ ὥϲπερ τὸ ζῆν καὶ τὰϲ εὐχὰϲ Προκο- πίου τοῦ μεγάλου καλοῦντεϲ. πᾶϲαν οὖν ἐκείνην τὴν νύκτα τῷ κλύδωνι τῆϲ θαλάϲϲηϲ ἐνταλαιπωρήϲαντεϲ, τῷ Πορφυρίψ μικρὸν πρὸϲ ὕπνον κατενεχθέντι ὄναρ ὁ Προ- κόπιοϲ ἐφίϲταται ἀρειόφρονα γνωρίζων τὸν ναύκληρον καὶ ὡϲ αὐτοῦ τῇ ὀρθοδόξῳ πίϲτει ϲυντιθεμένου παύϲεται τὰ τοῦ κλύδωνοϲ. λέγει τὸν ὄνειρον ὁ Πορφύριοϲ, ρίζει τῷ ναυκλήρῳ τὸν λόγον, τὴν ϲυνείδηϲιν ἐκεῖνοϲ ἐλέγχουϲαν ἔχων ὁμολογεῖ τὴν αἵρεϲιν, ἀρνεῖται ταύτην καὶ τὰ τοῦ κλύδωνοϲ παύεται. εἶτα καλῶϲ τὸν ἔκπλουν ποιήϲαντεϲ πεφθάκαμεν τὰ τῆϲ Γάζηϲ παράλια, τὸν τό- πον αὐτόν, δν Μαϊουμᾶν κατωνόμαζον.