Ancient Greek · ~2 min
ΒΙΟΣ ΚΑΙ ΠΟΔΙΤΕΙΑ ΤΟΥ EN ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΓΑΖΗΣ.
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 14-3
Not analysed yet
ὡϲ δὲ τὴν πόλιν εἰϲήλθομεν καὶ περὶ τὸ τετράμφο- δον λεγόμενον ἀφικόμεθα, ὅπου δὴ |καὶ μετὰ τοῦ ζωο- ποιοῦ ϲταυροῦ τὸ πλῆθοϲ ἡμῖν ἀπήντηϲε, τὸ ἑϲτὸϲ ἐκεῖϲε τῆϲ Ἀφροδίτηϲ εἶδωλον ἐν μετεώρῳ (γυμνὸν δὲ ἦν ἐϲχηματιϲμένον καὶ μηδεμίαν ὑπεμφαῖνον τῶν ἀϲχήμων μελῶν περικάλυψιν, πιϲτεῖτε μόνον )εὐθύϲ καὶ εἰϲ λεπτὰ διαρρήγνυται καὶ δύο τῶν εἰδωλολατρῶν τῷ πεϲεῖν ὑπ’ αὐτὸ ἑϲτηκόταϲ ἀπέκτεινεν.