Ancient Greek
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΤΙΑ ΕΝ ΣΥΝΤΟΜΩΙ ΤΟΥ ΑΓΙΟΥ ΠΟΡΦΥΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΛΑΖΗΣ
Marcus Diaconus, Vita Porphyrii episcopi Gazensis 15-2
Not analysed yet
Ἰουλία δέ τιϲ ἀπὸ Ἀν[τιοχείαϲ ἐλ⌉θοῦϲα, Μανιχαίων οὐϲ⌊α μαθήτρι⌉α καὶ διδάϲκαλοϲ μϲετὰ δύο ἀν⌉δρῶν καὶ. γυναικῶν πεϲριελθοῦϲα⌉ ὑπέφθειρέν τιναϲ τῇ ϲδόξῃ αὐ⌉- τῆϲ καὶ τοῖϲ χρήμαϲιν. ⌊ὅπερ ὁ ὅϲι⌉οϲ γνούϲ, ἀγαγὼν ἠρώτηϲ⌊εν αὐτήν⌉. ἢ δὲ ὡμολόγηϲεν καὶ εἶ⌊πε τῷ⌉ ὁϲίῳ· Δὸϲ ἡμέραν καὶ ἢ ⌊πεῖϲον⌉ ἢ πείϲθητι. νηϲτεύ- ϲαϲ δὲ ὁ ἅγιοϲ καὶ κρατῶν τὰ ἅγια εὐαγγέλια δίε |λέ- γετο αὐτῇ. Κορνήλιοϲ δὲ ὁ οἰάκων ἐϲημειοῦτο τοὺϲ δια- λόγουϲ ἤτοι τὴν ἀντιβολὴν ἀμφοτέρων, οῦϲ ἐν ἑτέρῳ βιβλίῳ, ὥϲ φηϲι, ϲυνέταξεν. τῆϲ δὲ Ἰουλῖαϲ πολλὰ βλαϲφημούϲηϲ κατὰ τοῦ δεϲπότου τῶν ὅλων τοῦ κυρίου ἡμῶν Ἰηϲοῦ Χριϲτοῦ, ἐπετίμηϲεν αὐτὴν ὁ ἅγιοϲ εἰπών· Ὁ θεὸϲ ὁ τὰ πάντα ποιήϲαϲ ὁρατά τε καὶ ἀόρατα, ὁ ἐν τριάδι δοξαζόμενοϲ, πατάξει τὴν γλῶϲϲάν ϲου καὶ φι- μώϲει ϲε, ἵνα μὴ λαλῇϲ βλάϲφημα κατὰ τοῦ ποιητοῦ τῶν ὅλων θεοῦ. καὶ εὐθέωϲ ἐ⌊φ⌉ιμώθη καὶ μετ’ ὀλίγον ἐξέ- ψυξεν⌉, ὥϲτε τοὺϲ μετ’ αὐτῆϲ Μανι⌊χαίου⌉ϲ μετανοῆϲαν- ταϲ πιϲτεὧϲαι εἰϲ τὸν⌉ κύριον.